Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.93.1 | Hdt. 5.95.1 (English) | >>Hdt. 5.96.2 |
5.94.1
οὕτω μὲν τοῦτο ἐπαύσθη . Ἱππίῃ δὲ ἐνθεῦτεν ἀπελαυνομένῳ ἐδίδου μὲν Ἀμύντης ὁ Μακεδόνων βασιλεὺς Ἀνθεμοῦντα , ἐδίδοσαν δὲ Θεσσαλοὶ Ἰωλκόν . ὁ δὲ τούτων μὲν οὐδέτερα αἱρέετο , ἀνεχώρεε δὲ ὀπίσω ἐς Σίγειον , τὸ εἷλε Πεισίστρατος αἰχμῇ παρὰ Μυτιληναίων , κρατήσας δὲ αὐτοῦ κατέστησε τύραννον εἶναι παῖδα τὸν ἑωυτοῦ νόθον Ἡγησίστρατον , γεγονότα ἐξ Ἀργείης γυναικός , ὃς οὐκ ἀμαχητὶ εἶχε τὰ παρέλαβε παρὰ Πεισιστράτου .
5.94.2 ἐπολέμεον γὰρ ἔκ τε Ἀχιλληίου πόλιος ὁρμώμενοι καὶ Σιγείου ἐπὶ χρόνον συχνὸν Μυτιληναῖοί τε καὶ Ἀθηναῖοι , οἱ μὲν ἀπαιτέοντες τὴν χώρην , Ἀθηναῖοι δὲ οὔτε συγγινωσκόμενοι ἀποδεικνύντες τε λόγῳ οὐδὲν μᾶλλον Αἰολεῦσι μετεὸν τῆς Ἰλιάδος χώρης ἢ οὐ καὶ σφίσι καὶ τοῖσι ἄλλοισι , ὅσοι Ἑλλήνων συνεπρήξαντο Μενέλεῳ τὰς Ἑλένης ἁρπαγάς .
ch. 95
5.95.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.93.1 | Hdt. 5.95.1 (English) | >>Hdt. 5.96.2 |